Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.40.2 | Hdt. 6.41.4 (English) | >>Hdt. 6.43.2 |
6.41.2 αὐτὸς μὲν δὴ Μιλτιάδης σὺν τῇσι τέσσερσι τῶν νεῶν καταφεύγει ἐς Ἴμβρον , τὴν δέ οἱ πέμπτην τῶν νεῶν κατεῖλον διώκοντες οἱ Φοίνικες . τῆς δὲ νεὸς ταύτης ἔτυχε τῶν Μιλτιάδεω παίδων ὁ πρεσβύτατος ἄρχων Μητίοχος , οὐκ ἐκ τῆς Ὀλόρου τοῦ Θρήικος ἐὼν θυγατρὸς ἀλλʼ ἐξ ἄλλης ·
6.41.3 καὶ τοῦτον ἅμα τῇ νηὶ εἷλον οἱ Φοίνικες , καί μιν πυθόμενοι ὡς εἴη Μιλτιάδεω παῖς ἀνήγαγον παρὰ βασιλέα , δοκέοντες χάριτα μεγάλην καταθήσεσθαι , ὅτι δὴ Μιλτιάδης γνώμην ἀπεδέξατο ἐν τοῖσι Ἴωσι πείθεσθαι κελεύων τοῖσι Σκύθῃσι , ὅτε οἱ Σκύθαι προσεδέοντο λύσαντας τὴν σχεδίην ἀποπλέειν ἐς τὴν ἑωυτῶν .
6.41.4 Δαρεῖος δέ , ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον , ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον , ἀγαθὰ δὲ συχνά · καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα , ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται . Μιλτιάδης δὲ ἐξ Ἴμβρου ἀπικνέεται ἐς τὰς Ἀθήνας .
ch. 42
6.42.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.40.2 | Hdt. 6.41.4 (English) | >>Hdt. 6.43.2 |